Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.279 Joseph. AJ 9.284 (English) >>Joseph. AJ 9.289

9.282ἦρξε δʼ αὐτοῖς τῶν κακῶν στάσις, ἣν ἐστασίασαν πρὸς Ῥοβόαμον τὸν Δαυίδου υἱωνὸν Ἱερόβαμον τὸν τούτου δοῦλον αὑτῶν ἀποδείξαντες βασιλέα, ὃς εἰς τὸ θεῖον ἐξαμαρτὼν ἐχθρὸν αὐτοῖς τοῦτο ἐποίησε μιμησαμένοις τὴν ἐκείνου παρανομίαν. ἀλλʼ μὲν ἧς ἦν ἄξιος δίκης ταύτην ὑπέσχεν. 9.283

δὲ τῶν Ἀσσυρίων βασιλεὺς ἐπῆλθε πολεμῶν τήν τε Συρίαν πᾶσαν τήν τε Φοινίκην, τό τε ὄνομα τούτου τοῦ βασιλέως ἐν τοῖς Τυρίων ἀρχείοις ἀναγέγραπται· ἐστράτευσε γὰρ ἐπὶ Τύρον βασιλεύοντος αὐτῆς Ἐλουλαίου. μαρτυρεῖ δὲ καὶ τούτοις Μένανδρος τῶν χρονικῶν ποιησάμενος τὴν ἀναγραφὴν καὶ τὰ τῶν Τυρίων ἀρχεῖα μεταφράσας εἰς τὴν Ἑλληνικὴν γλῶτταν, ὃς οὕτως ἐδήλωσε· 9.284καὶ Ἐλουλαῖος θεμένων αὐτῷ Πύας ὄνομα ἐβασίλευσεν ἔτη τριακονταέξ. οὗτος ἀποστάντων Κιτταίων ἀναπλεύσας προσηγάγετο αὐτοὺς πάλιν. ἐπὶ τούτου Σελάμψας τῶν Ἀσσυρίων βασιλεὺς ἐπῆλθε Φοινίκην πολεμῶν ἅπασαν, ὅστις σπεισάμενος εἰρήνην μετὰ πάντων ἀνεχώρησεν ὀπίσω· 9.285ἀπέστη τε Τυρίων Σιδὼν καὶ Ἄρκη καὶ πάλαι Τύρος καὶ πολλαὶ ἄλλαι πόλεις, αἳ τῷ Ἀσσυρίων ἑαυτὰς βασιλεῖ παρέδοσαν. διʼ Τυρίων οὐχ ὑποταγέντων πάλιν βασιλεὺς ἐπʼ αὐτοὺς ὑπέστρεψε Φοινίκων συμπληρωσάντων αὐτῷ ναῦς ἑξήκοντα καὶ ἐπικώπους ὀκτακοσίους. 9.286αἷς ἐπιπλεύσαντες οἱ Τύριοι ναυσὶ δεκαδύο τῶν νεῶν τῶν ἀντιπάλων διασπαρεισῶν λαμβάνουσιν αἰχμαλώτους ἄνδρας εἰς πεντακοσίους· ἐπετάθη δὴ πάντων ἐν Τύρῳ τιμή.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.279 Joseph. AJ 9.284 (English) >>Joseph. AJ 9.289

Powered by PhiloLogic